2 Aristoph. Equ. 247–334
Χορός Ἱππεῶν παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτʼ ἐρῶ.
250καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·
εὐλαβοῦ δὲ μὴ ʼκφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,
ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.
Κλέων 255ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου,
οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
παραβοηθεῖθʼ, ὡς ὑπʼ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.
Χορός ἐν δίκῃ γʼ, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
260ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων,
κἄν τινʼ αὐτῶν γνῷς ἀπράγμονʼ ὄντα καὶ κεχηνότα,
καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας
εἶτʼ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας·
καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
265πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.
Κλέων ξυνεπίκεισθʼ ὑμεῖς; ἐγὼ δʼ ἄνδρες διʼ ὑμᾶς τύπτομαι,
ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
Χορός ὡς δʼ ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷʼ ὑπέρχεται
270ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται;
ἀλλʼ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·
ἢν δʼ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.
Κλέων ὦ πόλις καὶ δῆμʼ ὑφʼ οἵων θηρίων γαστρίζομαι.
Χορός καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;
Κλέων 275ἀλλʼ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.
Χορός ἀλλʼ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·
ἢν δʼ ἀναιδείᾳ παρέλθῃ σʼ, ἡμέτερος ὁ πυραμοῦς.
Κλέων τουτονὶ τὸν ἄνδρʼ ἐγὼ ʼνδείκνυμι, καὶ φήμʼ ἐξάγειν
ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
Ἀλλαντοπώλης 280ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ
ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.
Δημοσθένης νὴ Δίʼ ἐξάγων γε τἀπόρρηθʼ, ἅμʼ ἄρτον καὶ κρέας
καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
Κλέων ἀποθανεῖσθον αὐτίκα μάλα.
Ἀλλαντοπώλης τριπλάσιον κεκράξομαί σου.
Κλέων καταβοήσομαι βοῶν σε.
Ἀλλαντοπώλης κατακεκράξομαί σε κράζων.
Κλέων διαβαλῶ σʼ ἐὰν στρατηγῇς.
Ἀλλαντοπώλης κυνοκοπήσω σου τὸ νῶτον.
Κλέων 290περιελῶ σʼ ἀλαζονείαις.
Ἀλλαντοπώλης ὑποτεμοῦμαι τὰς ὁδούς σου.
Κλέων βλέψον ἔς μʼ ἀσκαρδάμυκτος.
Ἀλλαντοπώλης ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
Κλέων διαφορήσω σʼ εἴ τι γρύξει.
Ἀλλαντοπώλης 295κοπροφορήσω σʼ εἰ λαλήσεις.
Κλέων ὁμολογῶ κλέπτειν· σὺ δʼ οὐχί.
Ἀλλαντοπώλης νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,
κἀπιορκῶ γε βλεπόντων.
Κλέων ἀλλότρια τοίνυν σοφίζει,
300καὶ φανῶ σε τοῖς πρυτάνεσιν
ἀδεκατεύτους τῶν θεῶν ἱερὰς
ἔχοντα κοιλίας.
Χορός ὦ μιαρὲ καὶ βδελυρὲ † καὶ κεκράκτα †, τοῦ σοῦ θράσους
305πᾶσα μὲν γῆ πλέα, πᾶσα δʼ ἐκκλησία, καὶ τέλη
καὶ γραφαὶ καὶ δικαστήριʼ, ὦ βορβοροτάραξι καὶ
310τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς,
ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,
313κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.
Κλέων οἶδʼ ἐγὼ τὸ πρᾶγμα τοῦθʼ ὅθεν πάλαι καττύεται.
Ἀλλαντοπώλης εἰ δὲ μὴ σύ γʼ οἶσθα κάττυμʼ, οὐδʼ ἐγὼ χορδεύματα,
ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.
Δημοσθένης νὴ Δία κἀμὲ τοῦτʼ ἔδρασε ταὐτόν, ὥστε κατάγελων
320πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν·
πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
Χορός ἆρα δῆτʼ οὐκ ἀπʼ ἀρχῆς ἐδήλους ἀναίδειαν,
325ἥπερ μόνη προστατεῖ ῥητόρων;
ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,
πρῶτος ὤν· ὁ δʼ Ἱπποδάμου λείβεται θεώμενος.
ἀλλʼ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
330ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν,
πανουργίᾳ τε καὶ θράσει
καὶ κοβαλικεύμασιν.
ἀλλʼ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,
νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.